Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia i in sanctum pascha
HesychiusPasc 1 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Φαιδρὸς ὁ οὐρανὸς τῇ τῶν ἄστρων χορείᾳ καταλαμπόμε νος, φαιδρότερα δὲ τὰ σύμπαντα ἑωσφόρου ἀνατέλλοντος, ἀλλ' ἡ παροῦσα τῆς νυκτὸς κατάστασις οὐ τοσοῦτον ἄστροις καταυ γάζεται ὁπόσον νῦν ἀγάλλεται τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν νε νικηκότος· «Θαρσεῖτε» γάρ, φησίν, «ἐγὼ νενίκηκα τὸν κό σμον»· θεοῦ δὲ νικήσαντος τὸν ἀόρατον πολέμιον, εἰκότως καὶ αὐτοὶ τὴν κατὰ δαιμόνων νίκην ἀποισόμεθα. Παραμείνωμεν τοί νυν τῷ σωτηριώδει σταυρῷ, ἵνα τὰς πρώτας ἀπαρχὰς τῶν Ἰησοῦ δώρων ἀπενεγκώμεθα. Τὴν ἱερὰν ταύτην νύκτα δᾳ δουχίαις ἱεραῖς πανηγυρίσωμεν, μέλος ἔνθεον ἐγείροντες καὶ ὕ μνον οὐράνιον ἐξᾴδοντες. «Ὁ τῆς δικαιοσύνης ἥλιος», ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ τὴν παροῦσαν ἡμέραν τῷ κύκλῳ τῆς οἰκουμένης κατεφώτισεν, διὰ σταυροῦ ἀνέτειλεν, τοὺς πιστοὺς διέσωσεν.

Intertext edge

Open linked passage

Note