Homilia i in sanctum pascha
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Ἰδέ μοι, ἀγαπητέ, τὴν βασιλεύουσαν Ῥώμην σταυροῦ συμ- βόλοις ἐν μέσῳ τῆς ἀγορᾶς σεμνυνομένην. Ἰδέ μοι Παῦλον ἀθα νάτους ἐπιστολὰς συγγραφόμενον καὶ δοῦλον τοῦ σταυροῦ ἑαυ τὸν καταγράψαντα· οὐκ ἐπῃσχύνθη τὸν σταυρόν, τὸ σκάν δαλον τῶν Ἰουδαίων· τὴν τῶν ἐθνῶν μω ρίαν σοφίας ἐπεσπάσατο φυλακτήριον· ἐν σταυροῦ ξύλῳ τὰς τῆς οἰκουμένης ἐκκλησίας διήγειρεν. Μία ῥάβδος μωσαϊκὴ τὰς τῶν Αἰγυπτίων μάστιγας ἀπήλασεν, ῥάβδος δὲ συγ γενείᾳ πρὸς τὸ τοῦ σταυροῦ ξύλον παύει τὰ τῶν ἀνθρώπων ἁ μαρτήματα. Ἐκεῖ Φαραὼ καταποντοῦται τὸν Ἰσραὴλ καταδιώκων, ἐνταῦθα δὲ διάβολος καταλύεται, οἱ δὲ τοῦ σωτῆρος προσκυνηταὶ σῴζονται. Ἐκεῖ τὰς χεῖρας ἐκτεί νας ὁ Ἀδὰμ θάνατον ἡμῖν ἐπεσπάσατο, ὁ δὲ ἡμέτερος δεσπότης τῇ τῶν χειρῶν ἐκτάσει τὰ πάντα διέσωσεν.