Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia i in sanctum pascha
HesychiusPasc 4 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Ἀλλ' ὦ ξύλον μεγαλοπρεπέστερον οὐρανοῦ καὶ τὰς οὐρα νίους ἁψῖδας ὑπερβάλλον, ὦ ξύλον τρισμακάριστον τὰς ἡμετέρας ψυχὰς διαπορθμεῦον εἰς οὐρανόν, ὦ ξύλον τῷ κόσμῳ τὴν σωτηρίαν πορισάμενον καὶ στρατὸν διαβολικὸν ἐκδιῶξαν, ὦ ξύλον λῃστὴν εἰς παράδεισον ἀκοντίσαν καὶ μετὰ Χριστοῦ χορεύειν πεποιηκός· «Ἀμήν, ἀμὴν γὰρ λέγω σοι ὅτι σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Μιμησώμεθα τοῦ ἀνδροφόνου τὴν ἀγαθὴν γνώμην, μᾶλλον δὲ τοῦ πνευματοφόρου διὰ τὴν μετὰ ταῦτα πίστιν. Τί γὰρ καί φησιν;– «Μνήσθητί μου, κύριε, ἐν τῇ βασιλείᾳ σου.» Καὶ ἐν μιᾷ συγκαταθέσει πίστεως παράδεισον οἰκεῖ καὶ οὐρανοὺς περιπολεῖ. «Ἀμὴν γὰρ λέγω σοι, φησίν, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Παραμείνωμεν καὶ ἡμεῖς τῷ τοῦ σωτῆρος σταυρῷ, λέγοντες αὐτὰς τὰς φωνάς· «Κύριε, μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου», ἵνα καὶ ἡμεῖς τοῦ παραδείσου μέτοχοι γενώμεθα καὶ βασιλείας οὐρανῶν ἀπολαύσωμεν.

Intertext edge

Open linked passage

Note