Homilia i in sanctum pascha
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Νικητήριον ἡ παροῦσα πανήγυρις, ἀδελφοί, νικητήριον τοῦ παμβασιλέως υἱοῦ τοῦ θεοῦ. Σήμερον γὰρ ὁ διάβολος διὰ τὸν σταυρωθέντα ἡττήθη, τὸ δὲ ἡμέτερον γένος εὐφραίνεται διὰ τὸν ἀναστάντα. Βοᾷ γὰρ ἡ σήμερον ἡμέρα τῇ ἐγέρσει μου καὶ λέγει· «Ἐν τῷ ἐμῷ δρόμῳ εἶδον θέαμα καινόν, μνημεῖον ἀνοιγόμενον καὶ ἄνθρωπον ἐγειρόμενον καὶ ὀστέα ἀγαλλιώμενα καὶ ψυχὰς χαιρομένας καὶ ἀνθρώπους πλασσομένους καὶ οὐρανοὺς σχιζομένους καὶ δυνάμεις κραζούσας·" Αρατε πύλας οἱ ἄρχοντες ὑμῶν" καὶ τὰ ἑξῆς. Σήμερον εἶδον τὸν ἐπουράνιον βασιλέα ἀναβαίνοντα, περιεζωσμένον φῶς, ὑπὲρ ἀστραπὴν καὶ ἀκτῖνας, ὑπὲρ ἥλιον καὶ πηγὰς ὑδάτων, ὑπὲρ νεφέλας καὶ πνεῦμα δυνάμεως καὶ ζωὴν αἰώνιον.» Οὗτος γὰρ ἐκρύβη πρῶτον μὲν ἐν κοιλίᾳ σαρκός, ἔπειτα δὲ ἐν κοιλίᾳ τῆς γῆς, ὅπου μὲν ἁγιάζων τοὺς γεννωμένους διὰ τῆς κυήσεως, ὅπου δὲ ζωογονῶν τοὺς τεθανατωμένους διὰ τῆς ἀναστάσεως· «Ἀπέδρα γὰρ ὀδύνη καὶ λύπη καὶ στεναγμός.» «Τίς γὰρ ἔγνω νοῦν θεοῦ, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο», ἀλλ' ἢ ὁ Λόγος ὁ σαρκωθεὶς καὶ ξύλῳ προσηλωθεὶς καὶ ἐκ νεκρῶν ἀναστὰς καὶ εἰς οὐρανοὺς ὑψωθείς;