Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia i in sanctum pascha
HesychiusPasc 6 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Αὕτη ἡ ἡμέρα χαρᾶς εὐαγγελισμός· ἐν τῇ γὰρ ἡμέρᾳ ταύτῃ ἀνέστη ὁ κύριος συνεγείρας τὴν τοῦ Ἀδὰμ ἀγέλην· ἐγεννήθη γὰρ διὰ τὸν ἄνθρωπον καὶ ἀνέστη ἐν τῷ ἀνθρώπῳ. Σήμερον διὰ τὸν ἀναστάντα παράδεισος ἀνέῳκται καὶ Ἀδὰμ ζωογονεῖται καὶ Εὔα παρηγορεῖται καὶ κλῆσις πληθύνεται καὶ βασιλεία ἑτοιμάζεται καὶ ἄνθρωπος σῴζεται καὶ Χριστὸς προσκυνεῖται· καταπατήσας γὰρ τὸν θάνατον καὶ αἰχμαλωτίσας τὸν τύραννον καὶ σκυλεύσας τὸν ᾅδην, ἀνέβη εἰς οὐρανούς, ὡς βα σιλεὺς νενικηκώς, ὡς ἡγεμὼν ἔνδοξος, ὡς ἡνίοχος ἄλειπτος, λέ- γων τῷ Πατρί· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι δέδωκας, ὦ θεός», καὶ τὰ ἑξῆς. Καὶ ἤκουσεν παρὰ τοῦ Πατρός· «Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Αὐτῷ ἡ δόξα, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note