Homilia ii de Hypapante
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
«Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον.» Τί τοῦτο;– Τὸν σταυρόν· ἐκεῖνο γὰρ τὸ σημεῖον, ἐπειδὴ μετὰ τῶν παθῶν ἔγεμε καὶ θαυμάτων, ἀντελέγετο· γυμνὸς γὰρ ὑπῆρχεν καὶ τὸν ἥλιον ἔκρυπτεν, τοῖς ἥλοις κατεπέπαρτο καὶ τὰς πέτρας ἐσάλευεν, ἠνοίγετο λόγχῃ τὴν πλευρὰν καὶ τὰ μνήματα τῶν τεθνηκότων ἤνοιγεν. Ἔνθεν τὸ σημεῖον ὑπῆρχεν ἀντιλεγόμενον· οἱ μὲν γὰρ ἄπιστοι ταῦτα καταλιπόντες ἐκεῖνα ἀπέβλεπον· οἱ πιστοὶ δὲ μετὰ τῶν παθῶν ἐθεώρουν τὰ θαύματα. Οὕτως πλάνον μὲν αὐτὸν τότε ὁ δῆμος τῶν Φαρισαίων ἀπέσκωπτον, υἱὸν δὲ θεοῦ ὁ ἑκατόνταρχος ἔλεγεν καὶ εἰπὼν προσεκύνησεν.