Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii de Hypapante
HesychiusHypa 12 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Τί δὲ ἐντεῦθεν συμβήσεται; «Ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί»· ἴσως μὲν καὶ ἑτέρων, πολὺ δὲ μᾶλλον τῶν μαθητευθέντων τῷ κυρίῳ, καὶ θεωρησάντων τὰ περὶ αὐτὸν πάθη καὶ τὰ παρ' αὐτοῦ θαύματα, καὶ χειμῶνα ἐκ τῶν λογισμῶν ἑκατέρωθεν ὑπομεινάντων, οἷον Κλεόπας ἔπασχεν ὧν ὁ Χριστὸς συναντήσας κατὰ τὴν Ἐμμαοῦς αὐτῷ ἀπεκάλυψεν· ἐρωτηθεὶς γὰρ ὁ Κλεόπας ἐπὶ τίνι σκυθρωπάζουσιν καὶ τὴν καρδίαν συγκέχυνται, μικρὰ περὶ τοῦ Χριστοῦ καὶ ὅσα ἐπέτρεπεν ὁ καιρός, οὐκ εἰδὼς πρὸς τίνα λέγει, φθεγξάμενος ἐπιφέρει· «Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ», τουτέστιν ἀλλότρια ἐπ' αὐτῷ τῆς ἡμετέρας ἐλπίδος ἐκβέβηκεν. Ἀνεκαλύφθη καὶ τῆς Μαγδαληνῆς Μαρίας ὁ λογισμὸς ἀσθενὴς ὤν· τοῦ Χριστοῦ σταυρωθέντος ἠσθένησεν, ὅτε καὶ αὐτὴ πρὸς αὐτὸν ἔλεγεν· «Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.»

Intertext edge

Open linked passage

Note