Homilia ii de Hypapante
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1
Τρεχέτω ἡ γλῶττα τῆς εὐαγγελικῆς ἱστορίας τὰ λείποντα· «Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων.» Λαμπρὸς ὁ τῆς Ἅννης πλοῦτος, πανταχόθεν αὐτῇ ὁ τῶν ἀγαθῶν θησαυρὸς συνάγεται, πρῶτον ὅτι προφῆτις ἦν· σκεῦος γὰρ ἀσθενὲς ὡς γυναικεῖον ἔχουσα ἐκάθαιρεν αὐτό, καὶ τὸ τοῦ θεοῦ Πνεῦμα πρὸς αὐτὴν εἰς κατοικίαν εἵλκυσεν· ἔπειτα ὅτι πρεσβῦτις ὑπῆρχεν καὶ τὸ σῶμα γηράσασα οὐκ ἐγήρα τὸ φρόνημα· τρίτον ὅτι χήρα καὶ οὐχ ἁπλῶς χήρα, ἀλλ' ἔτη μὲν ἑπτὰ τὸν ἀριθμὸν τῷ ἀνδρὶ συμβιώσασα, προβεβηκυῖα δὲ ἡμέραις πολλαῖς καὶ χρόνοις τοσούτοις τὸν ζυγὸν τῆς χηρείας ἕλκουσα, νυμφίῳ δευτέρῳ τὴν κοίτην οὐ προδέδωκεν, ἀνθ' ὅτου ἄρα εἰς ἔτος ὀγδοηκοστὸν τοῦ βίου τὴν ἡλικίαν ἤλαυνεν.