Homilia ii de Hypapante
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1
Ἀλλ' ἐπειδὴ πάντως εἶδε τὸν ἐν τῷ ὀγδοηκοστῷ τετάρτῳ ψαλμῷ σαφῶς τῷ Πνεύματι καταγγελθέντα, ἐζήτησεν εἰπεῖν περὶ αὐτοῦ τοιαῦτα οἷα Δαυὶδ προβάλλων ὁ ψαλμῳδὸς ἐμελῴδησεν· «Εὐδόκησας, κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ· ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου. Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν»· ἐν τούτοις γὰρ «τῆς Ἰερουσαλὴμ ἡ λύτρωσις», ἣν ἑξῆς οὕτως ἱστορεῖται καὶ κηρύξαι τὸ γύναιον καὶ προφητεῦσαι· φησὶ γάρ· «ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ.» Πολλοὶ μὲν τὸ ἱερὸν οἰκοῦσιν, ἀλλ' οἰκοῦντες ὑβρίζουσιν, ὅσοι οὐχ οὕτως οἰκοῦσιν καθάπερ ἡ Ἅννα κατοικοῦσα ἐτύγχανεν, «νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν»· ταῖς μὲν γὰρ νηστείαις τὸ σῶμα ἐξεκάθαιρε, ταῖς δεήσεσιν δὲ τῆς ψυχῆς ἀνεπτέρου τὸ φρόνημα καὶ ἱερὸν ἐν ἱερῷ κατοικοῦσα ἐτύγχανεν.