Homilia ii de Hypapante
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Μὴ ἀγνοεῖτε ὅτι τὸ Πνεῦμα προφήτην τὸν Συμεῶνα κατέστη σεν καὶ χρηματισμὸν αὐτῷ «μὴ ἰδεῖν θάνατον πρὶν ἰδεῖν τὸν Χριστὸν» προσεφώνησεν; «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ.» Οὐχὶ παρ' αὐτοῦ χορηγηθεὶς τὸν Ἰωσὴφ καὶ Μαριὰμ εὐλόγησεν; Οὐ παρ' αὐτοῦ προσταχθεὶς τῇ Μαριὰμ προσεφώνησεν· «Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ»; Οὐ δι' αὐτοῦ κάτοχος ἡ Ἅννα ὡς προφῆτις ἐτύγχανεν; Οὐκ ἐξ αὐτοῦ μεστωθεῖσα τὴν ἐσομένην λύτρωσιν διὰ τοῦ βρέφους κατήγγειλεν;