Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii de Hypapante
HesychiusHypa 3 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1
«Καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών.» Οὐ μικρὸν ἐγκώμιον τὸ Πνεῦμα τούτῳ γε τῷ Συμεὼν ἐν προοιμίοις ὕφαινεν· «Ἰδοὺ γάρ, φησίν, ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ» ὃν πάλαι μὲν ἐζήτουν οἱ προφῆται καὶ ὁ νόμος ἐπόθει, εὗρεν δὲ ἡ χάρις καὶ εὑροῦσα τοῖς ἑξῆς ἐστεφάνωσεν. Ὁ στέφανος πόθεν πλέκεται; Πρόσεχε· «Καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τῷ Ἰσραήλ.» Ζηλῶσαι τὸν Συ μεῶνα καὶ μακαρίσαι προσῆκεν ὅτι οὐ μόνον δίκαιος ἦν ἀλλὰ καὶ εὐλαβὴς κακίας πάσης ἀπείχετο· ὡς δὲ «προσδεχόμενος παρά κλησιν τῷ Ἰσραήλ», οὔτε περὶ τὰς ἀρετὰς κοπιῶν ἐνάρκα, οὐδὲ κακίας ἀπεχόμενος ἔκαμεν.

Intertext edge

Open linked passage

Note