Homilia ii de Hypapante
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
«Καὶ Πνεῦμα ἦν ἅγιον ἐπ' αὐτόν.» Θαυμαστὸν καὶ τοῦτο καὶ τοῖς ἔμπροσθεν εἰρημένοις ἁρμόδιον· ναὸς γὰρ ὑπῆρχεν, κα θαρὸν εἶχεν τὸν νυμφῶνα τῆς σαρκός, καὶ τῆς ψυχῆς ἡ παστὰς πάσης βιωτικῆς ἀράχνης ἐκαθάρευεν· ἐκεῖθεν πρὸς ἑαυτὸν εἵλ κυσε τὴν κατοικίαν τοῦ Πνεύματος. «Καὶ ἦν αὐτῷ κεχρημα τισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἰδεῖν τὸν Χριστὸν κυρίου.» Ὁρᾷς πηλίκον ἐστὶν εἶναι ναὸν θεοῦ· ἀπὸ ζωῆς εἰς ζωὴν οἱ τὸν βίον οὕτως ἀσκηθέντες μετέρ χονται. Ὅθεν καὶ τῷ Συμεὼν «κεχρηματισμένον ἦν μὴ ἰδεῖν θάνατον πρὶν ἰδεῖν τὸν Χριστὸν κυρίου», τουτέστι πρὶν ἴδῃ τὸν καταργοῦντα τὸν θάνατον, πρὶν ἴδῃ τὸν τοὺς νεκροὺς ἐγείροντα, πρὶν ἴδῃ τὸν εἰς νυμφῶνα τοὺς τάφους μεταβάλλοντα, πρὶν ἐκεῖνον θεάσηται ὅστις ἄφοβον αὐτῷ τὴν ἐντεῦθεν ἀποδημίαν ἐρ γάζεται.