Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii de Hypapante
HesychiusHypa 5 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
«Καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν.» Οὐδὲ τοῦτο παρελθεῖν ἢ παραδραμεῖν ἄξιον· ἀπόδειξις γὰρ ὅτι κατὰ πρόσταξιν τοῦ Πνεύματος τοῦ ἐνοικοῦντος ἔπραττε καὶ οὔτε εἰς ἀγορὰς οὔτε τινὰς πράξεις χωρὶς αὐτοῦ ὅλως ἐνέβαλλεν· ὅπου γε εἰς τὸ ἱερόν, οὐκ ἄλλως, ἀλλὰ γὰρ αὐτοῦ χειραγωγοῦντος ἔρχεται. «Καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι κατὰ τὸ εἰθισμένον τῷ νόμῳ περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας.» Τίνος αὐτῷ τὸ βρέφος ὅπερ ἠγνόει μηνύσαντος; Ἀλ λὰ γὰρ δῆλον τοῦ κατοικοῦντος ἐν αὐτῷ καὶ χρηματίζοντος Πνεύματος καὶ πάντως που πρὸς τὸν Συμεῶνα λέγοντος· «Δράμε, πρεσβῦτα, δράμε, σπεῦδε ἤδη, τάχος τὴν εὐλογίαν ἅρπασον, πρὶν ὁ ἀστὴρ φανῇ, πρὶν οἱ Μάγοι παραγένωνται, μή ποτε ὑβρισθῶ μεν. Τὸ γὰρ ἐξ ἐμοῦ φῶς προλαβεῖν χρὴ τοῦ ἀστέρος τὴν εἰς Βηθλεὲμ ἄφιξιν, ὥστε γνωσθῆναι ὅτι παρ' ἐμοῦ καὶ τὸν δρόμον ὁδηγεῖται καὶ τὴν ἀκτῖνα δανείζεται. Ἀλλὰ σὺ μὴ ζημιωθῇς ἂν ἀκρόβυστοι τὴν ἀπαρχὴν τῆς εὐλογίας θερίσωσιν.»

Intertext edge

Open linked passage

Note