Homilia ii de Hypapante
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
«Καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν· νῦν ἀπολύεις τὸν δοῦ λόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ.» Εὐλόγησεν τὸν θεὸν τὸν Πατέρα σὺν τῷ Υἱῷ, τὸν Υἱὸν σὺν τῷ Πνεύματι, ἐπειδὴ τὸ Πνεῦμα μὲν τὸ χρηματίζον ἐτύγχανεν, τὸν Υἱὸν δὲ μετὰ χεῖρας ἐβάσταζεν, σαρκὶ φανῆναι καὶ βρέφος δι' ἡμᾶς γενέσθαι εὐδοκήσαντα· ὁ δὲ Πατὴρ καὶ αὐτὸς ἐνεργῶν ἦν τὰ τοσαῦτα καὶ τηλικαῦτα μυστήρια. Ἀλλὰ τὴν εὐχαριστίαν ἐπὶ τίνι προσέφερεν; «Νῦν», φησίν, «ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα», ὅτε μοι φόβος οὐκ ἔστι θανάτου, μετὰ χαρᾶς δὲ πρὸς τοὺς νεκροὺς τὴν ζωὴν αὐτοῖς καταγγελῶν ἀπέρχομαι. «Ἀπολύεις δὲ κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ», ἐκεῖνο ὅπερ Δαυὶδ ὁ προφήτης παρὰ σοῦ δανεισάμενος ἔλεγεν· «Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω.»