Homilia ii de Hypapante
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
«Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου», ὃ πολλοὶ μὲν τῶν προφητῶν ἐπεθύμησαν ἰδεῖν· νῦν δὲ αὐτῇ τῇ πειρᾷ τῷ γένει τῶν ἀνθρώπων παρέστησας τὸν ὕψιστον δι' ἡμᾶς τοσοῦ τον ὥστε βρέφος γενέσθαι ταπεινούμενον· οὔτε γὰρ ἄλλως σῶσαι τὸν φθαρέντα πηλὸν ὁ κεραμεύς, ἀλλ' αὐτὸς αὐτῷ συναναφυρεὶς ἔμελλεν. «Εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν», ἀλλὰ πάντων, ἐπειδὴ πάντων ὑπ άρχων δημιουργὸς πᾶσι προέθηκας τὸ τῆς σωτηρίας ἀναγκαίως μυ στήριον. «Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ»· πρότερον τὰ ἔθνη φωτίζεται καὶ μετὰ τοῦτο Ἰσραὴλ δοξάζεται· ἐτέχθη γὰρ οὗτος ἐφ' οὗ πρῶτοι μὲν οἱ ἔσχατοι, ἔσχατοι δὲ οἱ πρῶτοι, τὰ πρεσβεῖα τῶν ἔμπροσθεν διὰ ῥαθυμίαν ζημιωθέντων, γεγόνασιν.