Homilia ii de Hypapante
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
«Καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.» Τίνος χάριν πατέρα τὸν Ἰωσήφ, ὦ τῆς θείας γενεαλογίας εὐαγγελιστὰ καὶ συγγραφεῦ, καλεῖς; Αὐτὸς γὰρ εἰπόντα τὸν Γαβριὴλ πρὸς τὴν παρθένον ἀπέδειξας, ἡνίκα πῶς ἡ σύλληψις ἔσται καὶ τίνα τρόπον ἡ παρθένος τέξε ται μεθωδεύετο· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.»– «Οὐκ ἐπιλέλησμαι τῶν ἐμαυτοῦ», φησίν· «εἰ γὰρ καὶ λήθην ἐλάμβανον, τὸ Πνεῦμα ἂν ἐμίμνησκεν. Ἀλλ' οὕτω τότε καλεῖσθαι τὸν Ἰωσὴφ ὁ σαρκωθεὶς ἐβούλετο, ὅπως ἀπατηθῇ ὁ ἐνεδρεύων τὸ τῆς σωτηρίας τῆς ἡμετέρας μυστή ριον.» «Ἐθαύμαζον δὲ ἐπὶ τοῖς λεγομένοις περὶ αὐτοῦ», ἐπειδὴ βρέφος ὁ πρεσβύτης ἐβάσταζεν, θεοῦ δὲ ὕμνους ἐφθέγγετο. «Καὶ εὐλόγησεν αὐτοὺς Συμεών»· ἐχρῆν γὰρ εὐλογεῖσθαι τοὺς τὴν εὐλογίαν τοῖς ὑπὸ κατάραν πράττουσιν διακονήσαντας.