Homilia ii de Hypapante
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
«Καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ»· οὗ τος γάρ ἐστι περὶ οὗ Πέτρος ἀναλαβὼν τὴν Ἠσαΐου προφητείαν ταῖς ἐκκλησίαις ἐπέστελλεν· «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρο γωνιαῖον, ἐκλεκτόν, ἔντιμον, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ» οὐ καται σχυνθήσεται. Εἶτα ἐπιφέρει τὴν προφητείαν ἑρμηνεύων καὶ σύμ φωνα τῷ Συμεὼν φθεγγόμενος· «Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύου σιν· ἀπιστοῦσιν δὲ λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου· ὅσοι προσκόπτουσιν, τῷ λόγῳ ἀπειθοῦντες.» Οὐκ οῦν εἰς πτῶσιν τοῖς ἀπίστοις ἔκειτο καὶ τοῖς πιστοῖς εἰς ἀνάστασιν· ἐκεῖνοι γὰρ ἑστάναι κατὰ τὸν νόμον δοκοῦντες ἑαυ τοὺς τῇ ἀπιστίᾳ κατέβαλον· οὗτοι δὲ διὰ τὸ πλῆθος τῶν ἁμαρ τημάτων μεταξὺ τῶν πεπτωκότων ὑπάρχοντες, τῇ βακτηρίᾳ τῆς πίστεως προσδραμόντες, ἑαυτοὺς ἐξανέστησαν.