Homilia ii de sancta Maria deipara
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Πᾶσα μὲν μνήμη δικαίων πανεύφημος καὶ πᾶσα πανήγυρις θεοφιλῶν εὐκλεής, πάντες ὑπὲρ τῆς εὐσεβείας ἠρίστευσαν, πάν τες τοὺς πόνους ὑπὲρ τῆς ἀληθοῦς ὁμολογίας ὑπεδέξαντο, πάντες διὰ τοὺς τῆς ἀληθείας στεφάνους τοῖς κινδύνοις ἐνεβάκχευσαν, ἡ δὲ παροῦσα νῦν ἡμέρα τῆς ἑορτῆς ὑπερένδοξος· παρθένου γὰρ περιέχει πανήγυριν, ἥτις τοσοῦτον ὑπερέβαλε πάσας ὡς καὶ αὐτὸν τὸν θεὸν Λόγον ἐθελοντὶ ὑποδέξασθαι χωρηθέντα παρ' αὐ τῆς ἀστενοχωρήτως. Πρὸς ἣν πρὸ τοῦ παντὸς ὁ τῶν ἀρχαγγέλων Γαβριὴλ ἀνεβόησε πρῶτος· «Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ· ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ» Ἐμμανουήλ. Χαρᾶς εὐθὺς ἀρχὴ πρὸς αὐτὴν τὰ παρὰ τοῦ Γαβριὴλ εὐαγγέλια· ἐπειδὴ γὰρ ἡ πρώτη παρθένος ταῖς τῆς ἀποφάσεως ἐπὶ τῇ παραβάσει περιεκέκλειστο λύπαις, καὶ τὰ τῶν στεναγμῶν ἐξ αὐτῆς ἀνεβλάστανον πλήθη, καὶ πᾶσα γυνὴ δι' αὐτὴν ἐν ὀδύνῃ καὶ τόκος ἅπας δι' αὐτὴν ἐν πικρίᾳ, ἡ δευτέρα παρθένος διὰ τῆς προσηγορίας τὸ τοῦ θήλεος πᾶν θλι βερὸν ἀπώσατο καὶ πᾶσαν λύπης πηγὴν ἐπὶ τοῖς τόκοις ἐνέφραξε καὶ τὸ τῆς ἀθυμίας ἐπὶ τῇ τεκνογονίᾳ τῶν γυναικῶν διεσκέδασε νέφος καὶ τὰ τῆς χαρᾶς τὰς ὁμοφύλους περιήστραψε φῶτα, παρὰ τοῦ Γαβριὴλ ἐπακούσασα· «Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ.»