Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii de sancta Maria deipara
HesychiusDeip 2 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Οὐχ ἡσυχῆ τὸν ἀσπασμὸν ἐδέξατο ἀλλὰ τῆς τοιαύτης φωνῆς ἐπακούσασα, καὶ τὸν ἀρχάγγελον θεωρήσασα κατὰ τὴν οἰκίαν παρὰ πρόθεσιν, καὶ τῆς περὶ τὸν τόκον τοὺς λογισμοὺς συγκλονη θεῖσα φωνῆς, τοιαύτας τινὰς πρὸς τὸν ἀρχάγγελον ὡς εἰκὸς προὐ βάλλετο ῥήσεις· «Ὅλα, λέγουσα, παράδοξα καὶ ξένα ὁρῶ σήμερον ἐπὶ σοῦ», καὶ τό· «Πῶς ἐτόλμησας μὴ μεμνηστευμένῃ αὐθάδως ἐπιβῆναι παρθένῳ καὶ τῶν ἀπίστων σου ῥημάτων τὸ κήρυγμα φάναι; Λέγεις γάρ με τίκτειν ἄνευ σπόρου παιδίον. Ἄνευ γάμου ἔφης συλλαβεῖν, ἄνευ συντυχίας καὶ ὁμιλίας ἀνδρὸς καρπογονῆσαι τὸ τῆς μήτρας χωρίον. Τίς εἶδε, τίς ἤκουσεν ἐξ ἀρχαιογονίας τὸ πρότερον ἄρουραν ἀγεώργητον ἐξανθήσασαν ἄσταχυν, ἢ γῆν ἀφύτευτον βότρυν βλαστήσασαν, οἶνον ἄνευ ἀμπέλου, ἢ ποταμὸν ἄνευ πηγῆς προϊόντα; Ὅπερ οὐδεὶς πρώτων αἰώνων ἢ τοῖς ὠσὶν ἤκουσεν, ἢ κατώπτευσε τοῖς ὀφθαλμοῖς γεγονός. Πῶς πι στεύσω σοι πρὸς ἐμὲ κωμῳδοῦντι;»

Intertext edge

Open linked passage

Note