Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii de sancta Maria deipara
HesychiusDeip 3 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1
Τί οὖν ὁ Γαβριὴλ πρὸς αὐτὴν δυσπιστοῦσαν;– «Ὅπερ ἔμαθον εἶπον, ὅπερ ἤκουσα λέγω·" Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώ μενον ἅγιον κληθήσεται υἱὸς θεοῦ", ὥσπερ ὑπάρχων πρὸς οὗ, ὡς πρὸς ὃν πάσης κτίσεως, ὡς κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, ὡς τῶν αἰώνων πατήρ, ὡς τοῦ κόσμου γεννήτωρ, ὡς τοῦ παντὸς ποιητής, ὡς τῶν οὐρανῶν ἀρχαιότερος, ὡς τῶν ἀγ γέλων δημιουργός, ὡς τῆς ἀνθρωπότητος πλάστης, ὡς" τῶν ἀπολ λυμένων σωτήρ". Οὐδὲν πλέον τούτων ἀπαγγέλλειν ἰσχύω· οὐ γὰρ τὸ πῶς λέγειν προσετάχθην, παρθένε, ἀλλὰ τοῦ εὐαγγελισμοῦ πρὸς σὲ διακονῆσαι τὰ πράγματα. Θαύμαζε οὖν σὺν ἐμοὶ τὸ μυστήριον καὶ ἀνενδοιάστως δέχου τὰ εὐαγγέλια.» Ἡ δέ φησιν· «Ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» Τοῖς ἀρχαγγελικοῖς τοίνυν καὶ ἡμεῖς μαθητεύσωμεν λόγοις τοῦ Γα βριὴλ περὶ τῆς δεσποτικῆς γεννήσεως, ταῖς ἐκείνου τρίβοις κα τόπιν ὁδεύσωμεν, ὡς ἐκεῖνος ἐκθειάζωμεν ἀπεριέργως τοῦ τό κου τὴν δύναμιν.

Intertext edge

Open linked passage

Note