Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii de sancta Maria deipara
HesychiusDeip 4 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Παρὰ τῶν Μάγων εὐσεβεῖν διδαχθῶμεν, μᾶλλον δὲ παιδευ θῶμεν, οἵτινες ζητοῦντες τὸ βρέφος, ποδηγοῦντος ἀστέρος, οὐκ εἶπαν πρὸς τοὺς ἐρωτωμένους· «Πῶς ἡ σύλληψις θεία, πῶς ἄσπο ρος ἡ νηδύς, πῶς ἄφθορος ὁ τόκος, πῶς μετὰ τὸν τόκον ἐν παρθέ νοις ἡ μήτηρ, πῶς ὑπὸ ἐνιαυτοὺς ὁ προών, πῶς ἐν χρόνοις ὁ πρὸ τῶν αἰώνων, πῶς ἡ τῆς μήτρας τὸν ἀχώρητον ἐχώρησε φύσις, πῶς γέγονε σὰρξ μὴ τραπεὶς ὁ ἀσώματος, πῶς ὁ θεὸς Λόγος ἐν τῇ παρθενικῇ κενώσας ἑαυτὸν νηδύϊ πανεύφημος πρὸς δούλου μορφὴν ἀρρήτως ἐξ αὐτῆς ἐσαρκώθη, πῶς ὁ τέλειος βρέφος, πῶς ὁ τρέφων θηλάζει, πῶς ὁ πάντα περιέπων ἀγκάλαις περιέχεται, πῶς" ὁ τοῦ μέλλοντος αἰῶνος πατὴρ" νήπιον, πῶς ὁ ἄνω καὶ κάτω, πῶς ὁ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς, πῶς ἐν σπαργάνοις ὁ τῶν χερουβικῶν ἁρμάτων ἡνίοχος, πῶς" ὁ ἐν κόλποις τοῦ Πατρὸς" ἐν φάτνῃ, πῶς ἐν σπαργάνοις" ὁ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ" καὶ τὰ ἄλλα πάντα ἅπερ καὶ λαλεῖν φρικτόν;» Ἀλλὰ μετὰ δώρων σιγῇ καταλαβόντες τὸ σπήλαιον, μετὰ τὴν ἐρώτησιν τῷ βασιλεῖ καὶ θεῷ πρεπῶδες προσκομίσαντες σέβας, πρὸς τὴν ἐνεγκαμένην μετὰ χαρᾶς ἦσαν φιλυπόστροφοι, ἀπαρχὴ θεο γνωσίας ἀναδειχθέντες τοῖς ἔθνεσιν.

Intertext edge

Open linked passage

Note