Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii de sancta Maria deipara
HesychiusDeip 7 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Ἔστω ἡμῖν οὐ πείθῃ, ὦ Ἰουδαῖε, τοὺς ἱεροφάντας ἀνάγνωθι, τὰς παρὰ σοὶ κειμένας σελίδας ἀνάπτυξον. Μὴ δέξῃ τὸν Πέτρον μηδὲ τὸν Παῦλον. Τοὺς εὐαγγελιστὰς ἀφωσίωσαι. Ἄκουσον γοῦν καὶ Μωυσέως. Τί ἐν νόμῳ προέγραψε;– «Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεός, ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσετε.» Βλέπε τί προφητεύων Ἠσαΐας βοᾷ· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» Ἄκουσον Ἰερεμίου κεκραγότος μεγάλα· «Οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.» Καὶ ὑποκαταβαίνων φησίν· «Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ὅρα πάλιν τί Ζαχαρίας ἐσήμανεν· «Ἰδοὺ ἀνήρ, ὄνομα αὐτῷ» καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.» Καὶ τὸν λόγον αἱμόρρους γυνή, μετὰ πολλὰ ἔτη ἰαθεῖσα, σὺν καὶ ἄλλοις ἐβεβαίωσε καὶ ἐσφράγισε, τῇ ἁφῇ τοῦ κρασπέδου δεξαμένη τὴν ἴασιν. Τί; Τὸν Ἰεζεκιὴλ καὶ τὸν «ἄνδρα τῶν ἐπιθυμιῶν» φιλολόγως ἀνάγνωθι. Πῶς ὁ μέν; «Αὕτη ἡ πύλη» τοῦ κυρίου, ἔλεγε, «καὶ εἰσελεύ σεται κύριος δι' αὐτῆς καὶ ἐξελεύσεται καὶ ἔσται ἡ πύλη κεκλεισμένη.» Ὁ δὲ Δανιήλ· «Ἐθεώρουν», φησίν, «καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος.»

Intertext edge

Open linked passage

Note