Homilia ii de sancta Maria deipara
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Παράστηθι τῷ Ἰακὼβ καὶ τί λέγει μεταξὺ τῶν εὐλογιῶν κατάμαθε. «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Ἅψαι τῆς κιθάρας τοῦ Πνεύματος καὶ θέασαι τί Δαυὶδ ἀκριβῶς ἐμελῴδησε· «Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψι- στος.» Παρθένος γὰρ ἡ μήτηρ καὶ μετὰ τόκον διέμεινε, τῆς παρθενίας σφραγῖδας ἃς ἡ φύσις ἐπέθηκεν ἀπαρασαλεύτους φυλάττουσα. Πάλιν ὅρα τί λέγει Δαυίδ· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη», καὶ ἑξῆς· «Κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.» Μὴ ταῦτά τις τῶν διδασκάλων τῶν ἡμετέρων προεμήνυσε; Μή τις τῶν μαθητῶν τοῦ σωτῆρος ἐν δέλτοις ἢ χάρταις τὰ τοιαῦτα συνέγραψεν; Οὐχ ὅσοι περὶ αὐτοῦ προεκήρυξαν τὰ τῆς περιτομῆς ταῦτα περιεσάλπισαν τέκνα; Οὐχ οἱ τοῦ Ἀβραὰμ ἔγγονοι ταῦτα ἀνεκήρυξαν; Ἐν τούτοις οὐ χαίρει πιστεύειν; Ἐντράπηθι τοὺς δαίμονας ἀναβοῶντας καὶ λέγοντας· «Τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ» τοῦ ζῶντος; Αἰδέσθητι ἀγγέλων καὶ ἀνθρώπων καὶ δαιμόνων καὶ πάσης ὁμοῦ τῆς κτίσεως τὴν περὶ τοῦ δεσπότου Χριστοῦ ὁμολογίαν. Εἰ δὲ καὶ τούτους παραιτῇ, δέξαι τὴν τοῦ Πατρὸς ἐπ' αὐτῷ μαρτυρίαν οὐρανόθεν βροντῶσαν· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα»· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.