Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii in sanctum Lazarum
HesychiusLaza 10 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
Οὐκ ἐμὸς ὁ λόγος, ἠκούσατε πάντες πᾶσι κεκραγότος τοῦ Παύλου· «Πάντες παραστησόμεθα τῷ βήματι» «τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὰ εἴτε κακά». Τῇ τούτων τοίνυν πάντες ῥυθμιζόμενοι μνήμῃ, μάρανον τὴν ἡδονήν, ὁ φιλήδονος· ὕλη γάρ ἐστι τοῦ τῆς γεέννης πυρός. Κόλασον, ὁ τρυφητής, τὴν γαστέρα· καύσιμον γὰρ γαστριμαργία φορτίον, καὶ τοῦτο μεμφόμενος ὁ προφήτης Σοδομίταις ἐβόα· «Πλήν», φησίν, «τοῦτο ἀνόμημα Σοδόμων ὅτι εὐθηνίᾳ καὶ πλησμονῇ ἄρτων ἐσπατάλων.» Μίσησον πλεονεξίαν, ὁ πλούσιος, ὡς καλάμην τῆς ἀσβέστου φλογώσεως. Νευρώθητι πρὸς καρτερίαν, ὁ πένης· ὑπομονὴ γὰρ εὐσεβὴς γεέννης κατάψυξις. Μετάμαθε τὴν ἀσέβειαν, ὁ Ἕλλην· μόνῳ γὰρ πυρὶ χρησιμεύου σιν ἄκανθαι. Ἀνάζησον ἐξ αἱρετικῶν δογμάτων ὡς ἐκ τάφων, αἱρετικέ, πρὶν ἐλθεῖν τὴν τοῖς νεκροῖς βοῶσαν ἐκείνην φωνήν· «Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ», Χριστὸς ὁ θεὸς ἡμῶν, «ὁ μέλλων κρῖναι ζῶντας καὶ νεκρούς». Αὐτὸν δοξάσωμεν σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note