Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii in sanctum Lazarum
HesychiusLaza 1 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Φιλῶ τὸ τῆς ἐκκλησίας χωρίον, τὸ πνευματικόν μοι τοῦτο συναγούσης συμπόσιον· συμπόσιον γὰρ θεοῦ τῆς ἐκκλησίας ὁ σύλλογος, κρατῆρι μὲν μυστικῷ ποτιζόμενος, ἀμνῷ δὲ ζωο ποιῷ σιτιζόμενος· ἐπειδὴ γὰρ ὁ τῶν ἀγγέλων βασιλεὺς τῇ γῇ ἐπεδήμησεν, συμπόσια τοῖς πιστοῖς καὶ τρυφαὶ συγκεκρότηνται καὶ τὸ τῆς φύσεως πένθος εἰς τὸν πρόξενον τοῦ πένθους ἀνέστραπται ἐκ τῶν τῆς ἐπιδημίας τοῦ σωτῆρος ἐναρξαμένων χρόνων· ἡ γὰρ φύσις, εὐθέως τοῦ δεσποτικοῦ φέγγους λαβοῦσα τὴν αἴσθησιν, χαρᾶς ἦν ἐκ προοιμίων καὶ σκιρτημάτων ἀνάπλεως. Ἔτικτον στεῖραι προδρόμους τῆς χάριτος, ἐν αὐταῖς ἔπαιζον ἀγαλλιῶντα ταῖς μήτραις τὰ ἔμβρυα· «Ἐσκίρτησε γὰρ τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς ἐν ἀγαλλιάσει.» Ἐπ' ἀλοχεύτῳ παρθένος ἐμακα ρίζετο τόκῳ, οὐρανὸς ἄνωθεν δι' ἀστέρος Μάγους ἐκάλει, ἀγ γέλων πλήρης ἡ γῆ τοῖς ἐν τῇ γῇ συγχαιρόντων, ἠφίεσαν οὓς εἶχον οἱ δαίμονες, ἀπέλυον αἱ νόσοι τὰ σώματα· ἔνθεν τρέχων ἀπήντα παράλυτος, ἐκεῖθεν τυφλὸς ἐξανίστατο βλέπων, ἐνταῦθα λεπρὸς ἀπενίπτετο λέπραν, ἐκεῖ πολυαιμάτου πάθους ἐξηραίνετο λίμνη, οὗτος ἐκ μογιλάλου κατεσκεύαστο λάλος, ἄλλος πρὸς ἀκρόασιν τῶν ὤτων ἀνάκτησιν εἰς δεξίωσιν λόγων πεφραγμένων τὸ πρὶν ἐκαρπίζετο σύντομον.

Intertext edge

Open linked passage

Note