Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii in sanctum Lazarum
HesychiusLaza 2 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Καὶ τί δεῖ λέγειν τὴν ἀφύτευτον ἐν γάμοις οἰνοποσίαν, τοὺς ἐκ μνημάτων ἐξαλλομένους νεκρούς; «Νεανίσκε», γάρ, φησίν, «σοὶ λέγω, ἐγέρθητι»· καὶ γοργὸς ἦν ἀκροατὴς τῆς φωνῆς ὡς πλασά μενος νεκρὸν καὶ οὐκ ἀληθῶς τεθνηκώς. Ἔλυσε καὶ τὸν Λάζαρον ὁ τάφος, ἀλλ' οὕτω καλούμενος ἔσπευσεν ὡς ἐσπαργανωμένος ἐπιδείξασθαι δρόμον, ὁ τετάρτην ἡμέραν κατασαπεὶς ἐν τῷ μνή ματι, πολλὰ δὲ τῶν σπλάγχνων ὑπὸ σκωλήκων πεπορθημένος, πᾶσαν δὲ τοῦ σώματος διασπασθεὶς ἁρμονίαν καὶ τῆς φθορᾶς μάρ τυρα τοῦ τάφου κεκτημένος τὸ δυσῶδες. Ἀλλ' ἡ τῆς ζωῆς εὐοσμία τὴν τῶν σπλάγχνων ἀνεχάλκευσε λύσιν καὶ γέγονε τῷ κειμένῳ μήτρα τὸ μνῆμα καί, καθάπερ ἐν γαστρὶ σπαρεὶς οὐκ ἐν μνήματι, νεόπλαστος ἐξήλατο Λάζαρος ὁ παλαιὸς καὶ νέος ἄνθρωπος.

Intertext edge

Open linked passage

Note