Homilia ii in sanctum Lazarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Ὢ καινῆς θαυματοποιίας. Ἄνθρωπον ἡμῖν εἰς ζωὴν ἐκυοφόρησε τάφος, τοῖς ἐνταφίοις ὥσπερ τι βρέφος ἐνειλημμένον σπαργάνοις· ἡ γὰρ τοῦ δεσπότου φωνὴ τῷ νεκρῷ γνωρισθεῖσα μετὰ τῶν σπαργάνων ἐκ τοῦ μνήματος εἷλκεν αὐτόν· «Λάζαρε», φησίν, «δεῦρο ἔξω.» Καὶ τῷ λόγῳ ταχέως ὁ νεκρὸς συνεξήρ χετο, συνδραμόντων ἀλλήλοις τῶν μελῶν ἐν τῷ τάφῳ· πρὸς τὴν οἰκείαν ὁ ὀφθαλμὸς ἐπανήρχετο τάξιν, τὴν ἰδίαν ἡ ῥὶς κατελάμ βανε χώραν, πρὸς τὸ πρότερον παρειαὶ κατηπείγοντο σχῆμα, τράχηλος ὤμοις καὶ κεφαλῇ συνεσφίγγετο, ἡ τῶν χειρῶν πρὸς κίνησιν εὐτρεπίζετο συζυγία, ἄρθρων ἁρμονίαι συνήγοντο, δακ τύλων συνετίθετο τάξις, νεύρων ἀνεδεσμοῦντο συνθῆκαι, ὀστέων ἐνεδύετο φύσις, διετείνοντο σὺν φλεψὶν ἀρτηρίαι, μυελὸς ἀνεπλάτ τετο, ὑμένες ὑφαίνοντο, εὐθετίζοντο τρίχες.