Homilia ii in sanctum Lazarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Βραδὺν τῷ λόγῳ τῶν μελῶν κατεσκεύαζον τὸν δρόμον. Ὥσπερ ἐκ συνθέματος ἵππος, οὕτως ἐκ τῆς τοῦ δεσπότου φωνῆς νυσσόμενος ὁ νεκρὸς ἀνεπήδα ὁμοῦ καὶ κληθεὶς καὶ πλασθεὶς καὶ φανεὶς ἐκ τοῦ μνήματος. «Λάζαρε, δεῦρο ἔξω.» Πρὶν εἰπεῖν «ἀνάστηθι», προστάττει τὴν ἔξοδον. Κείμενον ἔτι κατεπείγει πρὸς δρόμον. Ἀνάστησον πρῶτον, δέσποτα, εἶθ' οὕτως ἀναστάντι τὸ τρέχειν ἐπίταξον. Τί πρὸ τῆς ἀναστάσεως ἔξοδον τῷ κειμένῳ κηρύττεις;– «Ναὶ κειμένῳ», φησίν, «ἐπιτάττω τὸν δρόμον, ἵνα μὴ πρὸς δύο τὸν νεκρὸν ἀσχολήσας χρονοτριβήσω τὴν ἔξοδον. Λέγω πρὸς αὐτόν·" 3Δεῦρο ἔξω" 3, ἵν' ὀξύτερον δράμῃ, ἐγέρσεως καὶ δρόμου μίαν λαβὼν προθεσμίαν.» Εὐθέως δὲ ἐντεῦθεν ὑπόπτερος Λάζαρος ἐξεπήδα τοῦ μνήματος, ὡς φύλαξ μᾶλλον ἢ νεκρὸς τῷ τάφῳ παρακαθήμενος.