Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii in sanctum Lazarum
HesychiusLaza 5 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Ὁ ᾅδης δὲ κάτω τὸν νεκρὸν ὡς ἔοικεν ἀποδιδοὺς ἐβόα· «Τίς οὗτος ὁ φωνῇ τοὺς νεκροὺς ἐκ τῶν τάφων ὡς ὑπνοῦντας ἐγείρων; Τίς οὗτος ὁ νόμους τεθνεώτων παλαιοὺς παραλύων; Τίς οὗτος ὁ κατεξανίστασθαί μου τοὺς νεκροὺς ἐρεθίζων; Τίς οὗτος ὁ κήρυγμα προθεὶς τοῖς νεκροῖς ἐπανόδου; Τίς οὗτος ὁ πρὸς ζωὴν ἀνατρέχειν τοὺς ταφέντας ἐθίζων; Τίς οὗτος ὁ τοὺς ἐμοὺς δεσμώτας οὕτως εὐχερῶς ἀπολύων; Τίς οὗτος ὁ τοὺς νεκρούς μου ἅπαντας ἀποσπῶν εἰς χορείαν; Οἴχεταί μου τῆς κατὰ τῶν ἀνθρώπων τυραννίδος, ὡς ὁρῶ, τὸ σκῆπτρον. Σαθρόν μου τὸ τοῦ θανάτου δεσμωτήριον. Ἀπῆλθεν Ἠλίας νεκρόν μου πρὸς χάριν γυναικὸς ἀφελόμενος. Μετὰ Ἠλίαν ἐπελθὼν Ἐλισαῖος ἅρπαξ μοι νεκρῶν κατεσκευάσθη διπλοῦς. Νῦν πικρότερος οὗτος ὑπὲρ τῶν νεκρῶν μοι βοηθὸς ἐπεστράτευσεν, καλῶν ὡς ζῶντας τοὺς σεσηπότας νεκρούς, καὶ κινδυνεύω λοιπὸν μηδὲ σαπέντων ἐξουσιάζων νεκρῶν· σεσύλημαι γὰρ νεκρὸν ὃν ἀνήλωσα. Θριαμβεύει με τετραήμερον σῶμα, μετὰ τῆς ἐνταφίου τοῖς ζῶσι συγχορεῦον ἐσθῆτος. Πατηθήσομαι λοιπόν, μετὰ σπαργάνων παρ' ἐμοῦ νεκροῦ δραπετεύσαντος. Τίς γάρ με τοῦ λοιποῦ δειλιάσει τὸν παρὰ σαπέντος νεκροῦ νενικημένον καὶ ὡς παρακαταθηκῶν τινων φύλακα τῶν νεκρῶν γεγονότα;»

Intertext edge

Open linked passage

Note