Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii in sanctum Lazarum
HesychiusLaza 6 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Παρακαταθήκη γάρ τις τοῦ μνήματος Λάζαρος ὥσπερ χρυσὸς μεθ' ὧν παρετέθη σφραγίδων ἀποδιδόμενος· δεδεμένος κει ρίαις παρετέθη τῷ μνήματι, μετὰ τῶν αὐτῶν αὖθις δεσμῶν τῷ βίῳ ἀπεδίδοτο. Ἄπιστος γὰρ ὢν τῶν Ἰουδαίων ὁ δῆμος καὶ πρὸς τὴν τῶν θαυμάτων μεγαλουργίαν ἀμφίβολος, εἶπον ἂν ἐπὶ Λαζάρῳ καὶ νῦν ὡς ἐπὶ τῷ τυφλῷ θεραπευθέντι ποτέ· «Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος.» Ὥσπερ οὖν παρακαταθήκην ἀποδοῦναί τις μέλλων καὶ τὴν τοῦ παραθεμένου προορῶν ὑποψίαν τὰς τῆς παρακαταθήκης διαφυλάττει σφραγῖδας, ἵνα ἡ τῶν σφραγίδων ὄψις τὸν παραθέμενον πείσῃ, οὕτω καὶ ὁ δεσπότης Χριστὸς τὸν Λάζαρον ἀποδιδοὺς τοῖς Ἰουδαίοις, τὴν τετραήμερον ἐν νεκροῖς παρακαταθήκην, τὰ τῶν σπαργάνων ὥσπερ τινῶν σφραγίδων αὐτῷ συνεξάγει σημεῖα, ἵνα λύοντες ἴδωσιν ὡς οὐκ ἄλλος ἁπλῶς ἀλλ' αὐτὸς ἦν ὃν κατέθαψαν.

Intertext edge

Open linked passage

Note