Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii in sanctum Lazarum
HesychiusLaza 7 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Ἀλλ' ἡ τῆς ἀπιστίας ἔμεινεν ἀδιόρθωτος πήρωσις· γνωρίσαντες γὰρ τὸν νεκρὸν ἐφθόνουν τῷ θαύματι καὶ τυφλὰς διενοοῦντο βουλάς· «Ἐβουλεύσαντο» γάρ, φησίν, «ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.» Ὢ τοῦ πονηροῦ βουλεύματος. Ἀληθές, ὦ ἱερεῖς, τὸ συμβὰν ἢ ψευδές; Εἰ μὲν γὰρ ἀληθές, μάτην βουλεύεσθε σφάττειν τὸν πάλιν ἀναστῆναι δυνάμενον. Εἰ δὲ πλάσμα τὸ θαῦμα, περιεργάζεσθε τὸ τοῦ θαύματος ὕψος. Εἰ φήμη τὸ συμβάν, ζήτω μᾶλλον ὁ ψευδῶς φημισθεὶς ἐγηγέρθαι, ἵνα πάντες προσιόντες παρὰ ζῶντος μανθάνωσιν ὡς ἐκ νεκρῶν οὐκ ἐγήγερται. Ἐὰν δὲ σφάξητε τοῦτον, βοηθεῖτε τῇ φήμῃ τὸν τῆς φήμης ἀπολέσαντες ἔλεγχον, ὡς εἶναι τὸ βούλευμα διπλοῦν κατ' ἀμφότερα.

Intertext edge

Open linked passage

Note