Homilia ii in sanctum Lazarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Τί τὸν λόγον περὶ τὴν τῶν Ἰουδαίων ἀσχολῶ πονηρίαν, τῆς ἐγέρσεως Λαζάρου πρὸς τὴν τῆς ἀναστάσεως μνήμην με παραπεμπούσης; Ὅταν τινάσσωνται τάφοι τοὺς νεκροὺς ἀπαιτού μενοι, ταράττεται γῆ σειομένη τῷ φόβῳ, σαλπίγγων ἐξ οὐρανοῦ τοῖς ἀνθρώποις ἀλαλάζουσι κτύποι· «Σαλπίσει γάρ», φησίν, «καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι.» Ἀστράπτων ἐκεῖθεν ἐξ οὐρανοῦ ὁ κριτὴς καταβαίνει, τὰ τῶν ἀγγέλων τοῦ κριτοῦ προτρέχει στρατόπεδα τῷ τῶν γινομένων ταραττόμενα φόβῳ· «αἱ δυνάμεις γάρ», φησίν, «τῶν οὐρανῶν σαλευθήσονται»· ἀπάντησις δικαίων ἐν νεφέλαις μετάρσιος, θρῆνος δαιμόνων συρομένων εἰς κρίσιν, πενθήρης διάβολος προσαγόμενος δέσμιος, ἑλκόμενοι τύραννοι πρὸς φοβερὸν λογοθέσιον, πλουτούντων ἁρπαγαὶ κολαζόμεναι, πενήτων ὑπομοναὶ στεφανούμεναι, ἐξομολογούμεναι συμμορίαι βασιλέων, ἱερέων ἐρευνώμενοι βίοι, τάγματα παρθένων τιμώμενα, πομπευόμεναι κεκρυμμέναι πορνεῖαι, σωφρόνων τιμωμένη σεμνότης, ἀκολασία κολαζομένη μοιχῶν, χρηστότης μακροθύμων στεφανουμένη, καταλάλων ἔλεγχος ἀφανής, μετανοησάντων γνησίως μακαριζόμενοι δῆμοι, ὑποκριτῶν εἰρωνεία μαστιζομένη.