Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii in sanctum Longinum centurionem
HesychiusCent 10 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
Καὶ μανεὶς ὁ Ἡρῴδης κατὰ τῶν μεγιστάνων αὐτοῦ ἐξώ ρισεν αὐτούς, τοὺς δὲ καπικλαρίους ἀποκεφαλισθῆναι προσέ ταξεν, τοὺς δὲ στρατιώτας τοὺς παρεστηκότας αὐτῷ ἀπεδεκά τωσεν· καὶ κατὰ τῆς στρατιᾶς αὐτοῦ ἔβρυχεν καὶ ἐμαίνετο, ὡς οἰόμενος ἐπιβουλίαν τινὰ κατασκευάζεσθαι κατ' αὐτοῦ. Πρὸς δὲ τὸν ἅγιον Λογγῖνον εἶπεν· «Ὄμοσόν μοι κατὰ τῆς σωτηρίας τῶν θεῶν τοῦ μηκέτι λαλῆσαι ἢ ὀμόσαι ἐπὶ τῷ γεννηθέντι μηδὲ εἰπεῖν αὐτὸν βασιλέα, ὅπως τοῦτο ἐὰν ποιήσῃς διαφύγῃς τὰς βα σάνους καὶ τὰς τιμωρίας τὰς μενούσας σε.» Ὁ δὲ ἅγιος Λογγῖ νος εἶπεν πρὸς τὸν βασιλέα· «Μὰ τὴν δόξαν Ἰησοῦ Χριστοῦ τοῦ σῴζοντος τοὺς εἰς αὐτὸν πιστεύοντας, οὐ μὴ πείσῃς με ἀπ αρνήσασθαι τὸν θεόν μου· ἐπ' αὐτὸν γὰρ ἐλπίζων, οὐ φοβη θήσομαι τὰς βασάνους σου.» Ὁ δὲ Ἡρῴδης ἐκέλευσεν αὐτὸν μάστιξιν ἐτάζεσθαι. Ἦν δὲ ὁ ἅγιος αἰνῶν καὶ λέγων· «Κύριε, ὁ θεός, ὁ αἰώνιος βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ καθιζάνων βασιλεῖς ἐπὶ ἐδάφους καὶ ἀνυψῶν ἀπὸ γῆς πένητα, ὁ μόνος ἐλεήμων, αὐτὸς ἀπόστειλον τὸν ἄγ γελόν σου ἐνισχύοντά με.»

Intertext edge

Open linked passage

Note