Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii in sanctum Longinum centurionem
HesychiusCent 11 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
Ὁ δὲ Ἡρῴδης, ἑωρακὼς τὸν ἅγιον Λογγῖνον μὴ αἰσθό- μενον τῶν βασάνων, εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ· «Ἀπαγα γόντες αὐτὸν εἰς τὴν φυλακήν, δήσατε αὐτὸν ἁλύσεσιν καὶ τι μωρήσαντες ἀγάγετέ μοι, ἵνα πολλῆς τιμῆς ἀξιώσω ὑμᾶς.» Οἱ δὲ παραλαβόντες τὸν ἅγιον Λογγῖνον ἤγαγον μετὰ πολλῆς λύ πης εἰς τὴν φυλακὴν καὶ ἐποίησαν αὐτῷ τὰ διατεταγμένα αὐ τοῖς. Ποιήσαντος δὲ αὐτοῦ ἡμέρας τρεῖς ἐν τῇ φρουρᾷ καὶ πολ λῆς ἀμηχανίας οὔσης τῷ Ἡρῴδῃ διὰ τὸν τεχθέντα βασιλέα, ηὔχετο ἐν τῇ νυκτὶ ὁ ἅγιος Λογγῖνος λέγων· «Κύριε, Ἰησοῦ Χριστέ, ἐξαπόστειλον τὸν ἄγγελόν σου, καὶ ἐρῦσαι τοὺς δούλους σου τοὺς τιμωρουμένους ἐνταῦθα.» Καὶ εὐξαμένου αὐτοῦ, σει σμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὸ δεσμωτήριον, καὶ φῶς περιέλαμψεν τῷ ἁγίῳ Λογγίνῳ καὶ φωνὴ ἠκούσθη λέγουσα πρὸς αὐτόν· «Ἀνάστα ἐν τάχει· οὐ γάρ ἐστιν νῦν καιρὸς τελει ῶσαί σε τὴν μαρτυρίαν.»

Intertext edge

Open linked passage

Note