Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii in sanctum Longinum centurionem
HesychiusCent 13 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
Καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Ἀρχέλαος ὁ υἱὸς Ἡρῴδου τὴν προσωνυμίαν ἔχων τοῦ πατρός. Ἦν δὲ ὁ ἅγιος Λογγῖνος ἐν τῇ ἁγίᾳ πόλει ἀπεκδεχόμενος τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ. Τελευτήσαντος δὲ τοῦ Ἀρχελάου, ἐβασίλευσεν Ἡρῴδης, ὁ ἀδελφὸς Φιλίππου, τῆς Ἰουδαίας καὶ Γαλιλαίας. Καὶ ἐδέχθη Λογγῖνος ἐπὶ τὴν ἰδίαν τάξιν· καὶ ἦν θεωρῶν τὰ μεγαλεῖα τοῦ θεοῦ καὶ τὰ θαύματα τὰ γινόμενα κατὰ πᾶσαν ἡμέραν ὑπὸ τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἕως ὅτε ἐν ἔτει πεντεκαι δεκάτῳ τῆς βασιλείας Τιβερίου Καίσαρος βασιλέως Ῥωμαίων καὶ Ἡρῴδου τοῦ ἀδελφοῦ Φιλίππου διὰ Ἡρῳδιάδα ἀποτεμόντος τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ, ὃς καὶ αὐτὸς κακιγ κάκως ἀποδώσας τὸ πνεῦμα ἐξέψυξεν. Καὶ βασιλεύει Ἡρῴδης υἱὸς Ἡρῴδου, ἀδελφὸς Ἀρχελάου, ἀντὶ Ἡρῴδου τοῦ ἀδελφοῦ Φιλίππου, τῆς Γαλιλαίας· ἐν ἔτει δὲ εἰκοστῷ πέμπτῳ τῆς ἀρχῆς αὐτοῦ, τῇ πρὸ ὀκτὼ καλανδῶν Ἀπριλίου, ἥτις ἐστὶν εἰκὰς πέμπτη Μαρτίου, ἐν ὑπατείᾳ Ῥούφου καὶ Ῥουβελλίωνος, ἐν τῷ τετάρτῳἔτει τῆς δευτέρας ὀλυμπιάδος, ἐπὶ ἀρχιερέως τῶν Ἰουδαίων Ἰωσίππου καὶ Καϊάφα, τῶν καὶ παραδεδωκότων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τῷ Πιλάτῳ εἰς τὸ σταυρωθῆναι.

Intertext edge

Open linked passage

Note