Homilia ii in sanctum Longinum centurionem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1
Γνοὺς δὲ ὁ Πιλᾶτος ὅτι Γαλιλαῖός ἐστιν καὶ ὑπὸ τὴν ἐ ξουσίαν Ἡρῴδου, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα ἐν Ἱεροσολύμοις. Ὃς καὶ «ἐμπαίξας αὐτῷ» καὶ ἐξουθενήσας «περιέ βαλεν αὐτῷ ἐσθῆτα λαμπρὰ καὶ ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ». Ὁ δὲ «συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχον τας» διεκρίνετο πρὸς αὐτοὺς ὅτι «ἀνεύθυνον ὄντα τὸν ἄνθρωπον τοῦτον προσηγάγετέ μοι». Οἱ δὲ πάντες αὐτὸν παρέδωκαν εἰς τὸ σταυρωθῆναι, οἳ καὶ ἐσταύρωσαν «τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου», προσηλώσαντες αὐτὸν τῷ ξύλῳ· ἦν γὰρ ὁ Πι λᾶτος παραδεδωκὼς αὐτὸν τοῖς στρατιώταις, ἐπέστησεν δὲ αὐ τοῖς τὸν ἑκατόνταρχον Λογγῖνον, τὸν μετονομασθέντα ἐν τῇ στρατιᾷ Πριμιανόν. Ἦν δὲ ὁ ἅγιος Λογγῖνος μετὰ τῶν στρα τιωτῶν φυλάττων τὸν ἐπὶ τοῦ σταυροῦ ἀνελθόντα Χριστόν.