Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii in sanctum Longinum centurionem
HesychiusCent 15 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1
«Ἀπὸ δὲ ἕκτης ὥρας ἕως ὥρας ἐνάτης σκότος ἐγένετο ἐν πάσῃ τῇ γῇ.» Παριστάμενος δὲ ὁ ἑκατόνταρχος ὡς περὶ τὴν ἐνάτην ὥραν φυλάττων τὸν σταυρόν, ἐθεάσατο φῶς μέγα περὶ αὐτόν, σκότος δὲ ἦν ἐν πάσῃ τῇ γῇ. Εἶδεν δὲ καὶ ἀγγέλων πλῆθος παρισταμένων τῷ σταυρῷ καὶ σαλευομένην πᾶσαν τὴν γῆν, καὶ «τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη», καὶ εἶδεν τὸ πρόσωπον τοῦ κυρίου ὡς ἀστραπήν. Καὶ προτοῦ τὸ πνεῦμα ἀποδῷ, ἐνεθυμεῖτο ἐν τῇ καρδίᾳ αὐτοῦ ὁ ἅγιος Λογγῖνος λέ γων ὅτι «ἀληθῶς οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ καὶ λυτρωτὴς παντὸς τοῦ κόσμου.» Καὶ ταῦτα ἐνθυμούμενος ἔπεσεν ἐπὶ πρόσ ωπον πρὸς τοὺς πόδας τοῦ κυρίου· ἔκστασις δὲ ἐπῆλθεν τοῖς στρατιώταις καὶ εἰς ὕπνον ἐτράπησαν. Ὁ δὲ ἅγιος Λογγῖνος ἔκραξεν φωνῇ μεγάλῃ, λέγων· «Κύριε, Ἰησοῦ Χριστέ, υἱὲ τοῦ θεοῦ τοῦ ζῶντος, ἐλέησόν με· ἐπίστευσα γὰρ ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, ὁ σωτὴρ τοῦ κόσμου.» Εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· «Ἄνθρωπε, σήμερον γεγέννησαι καὶ τὸ μνημόσυνόν σου λαλη θήσεται μέχρι τῶν ἐσχάτων ἡμερῶν.»

Intertext edge

Open linked passage

Note