Homilia ii in sanctum Longinum centurionem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1
Ὁ δὲ ἑκατόνταρχος Πριμιανός, ὁ καὶ Λογγῖνος, ὁ παρε στηκὼς τῷ σταυρῷ, ἐδόξασεν τὸν θεὸν ἐπὶ πᾶσιν τοῖς γενομέ νοις θαύμασιν καὶ εἶπεν· «Ἀληθῶς θεοῦ υἱός ἐστιν οὗτος καὶ λυτρωτὴς τοῦ κόσμου». «Καὶ πάντες οἱ παραγινόμενοι ὄ χλοι ἐπὶ τὴν θεωρίαν ταύτην, ἰδόντες τὰ γενόμενα, τύπτοντες τὰ πρόσωπα ἑαυτῶν ὑπέστρεφον.» Ὁ δὲ κεντυρίων Λογγῖνος, ὁ καὶ πιστευθεὶς τὸν σταυρόν, ἀνήγαγεν τῷ ἡγεμόνι περὶ τῶν γε γενημένων θαυμάτων. Καὶ καταλιπὼν πάντα ἐκεῖ, ἦλθεν εἰς τὴν ἰδίαν πατρίδα, ἐν τῇ Καππαδοκίᾳ τῇ δευτέρᾳ, ἐγγὺς Τυά νων, εἰς χωρίον καλούμενον Ἀνδραλές, τὸ ἐπιλεγόμενον ἑβραϊ στὶ Γαβραλές, καὶ ἤλλαξεν τὰ περιβόλαια αὐτοῦ, καὶ ἦν ποιμαί νων τὰ πρόβατα. Διαναγνοὺς δὲ τὰ σκρίνια, ὁ Ἡρῴδης ηὗρεν τὸν ἅγιον Λογγῖνον παρασαλεύοντα τὸ βασίλειον καὶ ἀναστα τοῦντα ἐπὶ τοῦ πατρὸς αὐτοῦ καὶ λέγοντα πᾶσι χριστιανοὺς γε νέσθαι.