Homilia ii in sanctum Longinum centurionem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1
Ὀδυρόμενοι δὲ καὶ ὑποστρέψαντες ἐπὶ τὴν Καππαδο κίαν περιεπάτουν καὶ ἐλθόντες ἐγγὺς Τυάνων ἐζήτουν τὸν ἅγιον Λογγῖνον· ἐλθόντες δὲ ἐν τῇ κώμῃ Ἀνδραλεσῶν, ἐπυνθάνοντο παρὰ τῶν ἐκεῖσε καὶ οὐδεὶς ἀπόκρισιν ἐδίδου περὶ αὐτοῦ· ἠγά πησαν γὰρ αὐτὸν σφόδρα. Καὶ μὴ τυχόντες ἀποκρίσεως οἱ στρα τιῶται ἐξῆλθον ἐκ τῆς κώμης ἐν λύπῃ μεγάλῃ. Ἦν δὲ ὁ ἅγιος Λογγῖνος ἔγγιστα τῆς ὁδοῦ νέμων πρόβατα δι' ἧς διώδευον οἱ ἀπεσταλμένοι· καὶ ἦν καθεζόμενος ἐν τῇ ὁδῷ ὁ ἅγιος Λογγῖ νος. Ἰδὼν δὲ αὐτοὺς πόρρωθεν ἐρχομένους ἐπέγνω καὶ ἀνέστη· ἐλθόντων δὲ αὐτῶν πρὸς αὐτὸν εἶπεν αὐτοῖς· «Καλῶς ἥκατε, ἀδελφοί.» Μὴ ἐπεγνωκότων δὲ αὐτῶν τίς ἂν εἴη ὁ λαλῶν αὐ τοῖς, εἶπεν πρὸς αὐτοὺς ὁ Λογγῖνος· «Ἵνα τί, ἀδελφοί, σκυ θρωποὶ καὶ ὡς ἐκ μεγάλης ὁδοιπορίας κεκοπιακότες ἐστέ;»