Homilia ii in sanctum Longinum centurionem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Οἱ τῆς ἀθλήσεως νικηταί, οἱ οὐρανοπολῖται, οἱ τοῦ Χριστοῦ στρατιῶται, οἱ τῆς βασιλείας κληρονόμοι, οἱ τοῦ κόσμου πρὸς κύ ριον πρεσβευταί, οἱ τῶν χερουβὶμ πάρεδροι καὶ νοσούντων ἰατροί, οἱ λεπρῶν καθαρισταὶ καὶ δαιμόνων φυγαδευταί, οἱ τῆς πίστεως μάρτυρες, οἱ τῶν εἰδώλων πατηταί, οἱ διὰ τοῦ σώματος τὸν διά βολον πατήσαντες καὶ βασάνους μηδὲν ἡγησάμενοι, οἱ θηρία φι μώσαντες καὶ ξίφη ἀμβλύναντες, οἱ ὑπὸ Χριστοῦ σφραγισθέντες καὶ ὑπὸ αὐτοῦ γνωσθέντες, τὰ καλὰ ἄνθη τῶν ἐκκλησιῶν, πρεσ βευταὶ δυνατοί, ἀστέρες τῆς οἰκουμένης, οἱ ἅγιοι πρωτομάρτυ ρες Ἰωάννης ὁ βαπτιστής, Στέφανος, Λογγῖνος ὁ ἑκατόνταρχος.