Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii in sanctum Longinum centurionem
HesychiusCent 22 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1
Ἰδὼν δὲ ὅτι κατηνύγησαν ὑπὸ τοῦ πνεύματος τοῦ θεοῦ, εἶπεν πρὸς αὐτούς· «Εἰ ποιεῖτε ἔλεος μετ' ἐμοῦ, οὕτως ποιή σατε· λάβετε τὴν κεφαλήν μου καὶ ἀπενέγκατε τῷ βασιλεῖ, καὶ ἀμέριμνοι ἔσεσθε πάσας τᾶς ἡμέρας τῆς ζωῆς ὑμῶν.» Οἱ δὲ φοβηθέντες οὐκ ἤθελον ἀνέχεσθαι. Ὁ δὲ ὥρκισεν αὐτοὺς δὶς παρακαλῶν τοῦτο ποιῆσαι. Οἱ δὲ ἐπὶ πολὺ παρακληθέντες τοῦτο ποιῆσαι, εἶπαν πρὸς αὐτόν· «Πρέσβευε οὖν ὑπὲρ ἡμῶν ἐν τῇ στρατιᾷ σου, τοῦ μὴ λογισθῆναι ἡμῖν εἰς ἁμαρτίαν.» Τοῦ δὲ φήσαντος αὐτοῖς τοῦτο ποιῆσαι, ἀπέτεμον αὐτοῦ τὴν κεφα λήν. Ἀποκεφαλίσαντες τοίνυν τὸν ἅγιον Λογγῖνον, ἐκόμισαν τὴν κεφαλὴν τῷ βασιλεῖ· καὶ ἐπαύσατο ὁ θόρυβος τῶν παρανόμων. Ἦν δὲ ἡ κεφαλὴ τοῦ ἁγίου Λογγίνου φυλαττομένη παρὰ τῷ ἐπάρχῳ Λουκίῳ. Οἱ δὲ ἄνδρες τῆς κώμης, ἔνθα ἦν ὁ ἅγιος τοῦ θεοῦ, λαβόντες τὸ σῶμα ἔθηκαν ἐν τῇ κώμῃ ἐκείνῃ.

Intertext edge

Open linked passage

Note