Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii in sanctum Longinum centurionem
HesychiusCent 23 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1
Γυνὴ δέ τις χήρα ὀνόματι Χρηστὴ ὠχλεῖτο ὑπὸ πνεύμα τος ἀγρίου, δεινῶς ἑαυτὴν κατακόπτουσα, οὖσα τῶν εὐγενῶν. Ἐνεθυμεῖτο δὲ τῇ ἐπαύριον πορευθῆναι ἐν τῇ ἀνατολῇ· ἀκού σασα δὲ περὶ τῶν ἰαθέντων παρὰ τοῦ Ἰησοῦ, τῇ νυκτὶ ἐκείνῃ ἐβούλετο πορευθῆναι. Ἐφάνη δὲ αὐτῇ ὁ ἅγιος Λογγῖνος ἐκτὸς τῆς κεφαλῆς αὐτοῦ. λεγούσῃ «Τίς ἥκει ὧδε;» εἶπεν αὐτῇ ὁ ἅγιος Λογγῖνος· «Θέλεις ἰαθῆναι;» Ἡ δὲ εἶπεν· «Ναί, κύριε, αὐτὸ εὔχομαι.» Εἶπεν δὲ πρὸς αὐτὴν ὁ ἅγιος· «Πορεύ θητι εἰς Ἰερουσαλήμ, καὶ κατάμαθε τὴν οἰκίαν Λουκίου τοῦ ἐπάρχου, καὶ ζήτησον τὴν κεφαλὴν Λογγίνου τοῦ ἑκατοντάρχου, καὶ διακόμισον αὐτὴν πρὸς τὸ σῶμά μου, καὶ σωθήσῃ· ἐγὼ γάρ εἰμι Λογγῖνος, ὁ νέμων τὰ πρόβατα παρὰ τὴν ὁδόν, καὶ οὐκ ἀναπέπαυμαι ἐν ᾗ ἐτάφην ταφῇ μέχρι τοῦ νῦν· ἀλλὰ τοῦτο ποί ησον καὶ ἰαθήσῃ ἐπ' ὀνόματι Ἰησοῦ Χριστοῦ. Οὐ μόνον δὲ σὺ ἰαθήσῃ, ἀλλὰ καὶ τὸν υἱόν σου στρατεύσω, ὅτι εἰμὶ ἐγὼ ἐκτὸς τῆς κεφαλῆς ὁ λαλῶν σοι.»

Intertext edge

Open linked passage

Note