Homilia ii in sanctum Longinum centurionem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1
Ἀκούσασα δὲ ταῦτα ἡ γυνή, διαναστᾶσα καὶ συνταξαμέ νη οἷς εἶχεν φίλοις, ἐπορεύετο ἐπὶ τὴν ὁδὸν καὶ ἐλθοῦσα ἐπὶ τὸ μνημεῖον ἔκραξεν φωνῇ μεγάλῃ, λέγουσα· «Κύριε, ὁ ἐν τῷ τό πῳ τούτῳ, καθὼς σὺ εἴρηκάς μοι ἐν τῇ ὁράσει, πορεύομαι καὶ βοήθησόν μοι.» Καὶ εὐθέως ἐσείσθη ὁ τόπος καὶ φωνὴ ἦλθεν πρὸς αὐτὴν λέγουσα· «Πορεύου, ὁ Χριστός ἐστιν ὁ βοηθῶν σοι.» Ἡ δὲ ἀκούσασα τῆς φωνῆς ταύτης ἐπορεύετο ἐν χαρᾷ ὅλην τὴν ὁδὸν αὐτῆς· ἐλθοῦσα δὲ εἰς Ἰερουσαλήμ, ἐμάνθανεν παρὰ τῶν τῆς πόλεως τὴν οἰκίαν τοῦ ἐπάρχου, τοῦ ἐκζητῆσαι τὴν κεφαλὴν τοῦ ἁγίου Λογγίνου. Καὶ ἔδωκεν αὐτὴν ὁ ἔπαρχος τιμῆς ἀργυρίου τὸν ἀριθμὸν διακοσίων δηναρίων. Καὶ λαβοῦσα αὐτήν, ἡ γυνὴ ἦν εὐχομένη καὶ δοξάζουσα τὸν θεὸν τοῦ τελεί ως καταξιωθῆναι τῆς χάριτος τοῦ θεοῦ.