Homilia ii in sanctum Longinum centurionem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1
Λαβοῦσα δὲ τὴν κεφαλὴν τοῦ τιμίου Λογγίνου μετὰ τοῦ υἱοῦ αὐτῆς Χρηστίονος, ἡτοιμάζετο τοῦ ἐξελθεῖν τῇ ἑσπέρᾳ. Καὶ ἰδοὺ ἐφάνησαν αὐτῇ τρεῖς ἄγγελοι, ὧν τὴν δόξαν βλέπειν οὐκ ἠδύνατο, καὶ ἐν ταῖς χερσὶν αὐτῶν κηροὶ λευκοί, καὶ προπο ρευόμενοι ὕμνουν τὸν θεὸν δι' ὅλης τῆς νυκτός. Ἡνίκα δὲ ἀνέ βαινεν ὁ ὄρθρος, ἀνεπαύοντο εἰς ὃν ἔφθασαν τόπον τοῦ μεταλα βεῖν τροφῆς. Διὰ δὲ τριῶν ἡμερῶν ἤνεγκεν τὴν κεφαλὴν τοῦ τιμίου Λογγίνου ἐν τῇ κώμῃ αὐτοῦ, ἀποδημήσασα μετὰ τοῦ υἱ οῦ αὐτῆς Χρηστίονος, καὶ ἀπῄει εἰς τὸν τόπον οὗ κατέκειτο, ὥ ρας οὔσης ἕκτης τῆς νυκτός. Ἔφθασαν οὖν εἰς ὃν οἰκοδόμησαν οἶκον οἱ φιλόχριστοι ἄξιον τοῦ μάρτυρος, καὶ εὐθέως ἡ θύρα αὐτομάτως ἠνοίγη αὐτοῖς, καὶ τὸ μνημεῖον εἶδον μὲν ἀνεῳγ μένον, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι κυκλόθεν. Εἰσελθὼν δὲ ὁ νεανίσκος ἐν τῷ μνημείῳ σὺν μύροις καὶ ἀρώμασιν παρέθηκεν τῷ σώματι τὴν κεφαλήν, καὶ συμβιωθεῖσα γέγονεν καθὼς πρὸ τοῦ ἀποτμηθῆναι. Ἐξελθόντος δὲ αὐτοῦ ἀπὸ τοῦ μνημείου, παραχρῆμα ἠσφαλίσθη ὁ τόπος αὐτομάτως. Αὐτοὶ δὲ ὑπέστρεψαν εἰς τὴν οἰκίαν, χαίροντες καὶ δοξάζοντες τὸν θεόν.