Homilia ii in sanctum Longinum centurionem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1
Ἐν δὲ τῇ δευτέρᾳ νυκτί, ἐφάνη τῇ Χρηστῇ ὁ ἅγιος Λογ γῖνος, λέγων· «Ἀναπέπαυμαι νῦν, ὅτι παρέσχες μοι τὴν κεφα λήν, καὶ σὺ ἰαθήσῃ ἀπὸ τῆς ἡμέρας ταύτης. Ἐρωτῶ δὲ τοῦτο· τὸν υἱόν σου στρατεύσω ἐν τῇ ἐπουρανίῳ στρατιᾷ, ἢ ἐν τῇ ἐπι γείῳ;» Ἡ δὲ μετὰ φόβου ἀποκριθεῖσα εἶπεν· «Δέομαί σου, ἐν τῇ ἐπουρανίῳ στρατιᾷ αὐτὸν στράτευσον.» Ἀκούσας δὲ ταῦ τα, ἀπέστη ἀπ' αὐτῆς. Ἐν δὲ τῇ ἐπιούσῃ ἡμέρᾳ, ὁ νεανίσκος ἐπορεύθη ἐν τῷ ἀμπελῶνι πρὸς ἐπιμέλειαν τῆς ἀμπέλου. Ἐρ γαζομένου δὲ αὐτοῦ μέχρις ὥρας πέμπτης, ἐφάνη αὐτῷ ὁ ἅγιος Λογγῖνος καὶ εἶπεν· «Νεανίσκε Χρηστίων, θέλεις στρατεύσα σθαι κατὰ τὸ ὄνομά σου εἰς Χριστόν;» Ὁ δὲ ἀναβλέψας εἶδεν αὐτὸν ὡς ἀστραπὴν καὶ εἶπεν αὐτῷ· «Τίς εἶ, κύριε, ὁ στρατεῦ σαί με βουλόμενος;» Ὁ δὲ εἶπεν· «Ἐγώ εἰμι Λογγῖνος, ὁ διὰ τῆς μητρός σου δωρηθεὶς τὴν κεφαλήν, ἀλλ' ὥσπερ αὐτὴ ἐκόμισέν μου τὴν κεφαλήν, οὕτως κἀγὼ βούλομαί σε τῷ θεῷ προσκομίσαι.» Καὶ ὁ Χρηστίων εἶπεν πρὸς αὐτόν· «Εἰ ταῦτα οὕτως ἔχει, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» Καὶ παραχρῆ μα ἀπέδωκεν τὸ πνεῦμα ὁ νεανίσκος.