Homilia ii in sanctum Longinum centurionem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1
Ἡ δὲ τούτου μήτηρ, κατὰ τὴν συνειθισμένην ὥραν ταῖς διελθούσαις ἡμέραις λαβοῦσα τὴν τοῦ ἀρίστου τροφήν, ἐπορεύ ετο πρὸς τὸν υἱὸν αὐτῆς ἐν τῷ ἀμπελῶνι· καὶ ἐλθοῦσα εὗρεν αὐτὸν τετελευτηκότα. Θεασαμένη δὲ τοῦτο, ἔπεσεν ἐπὶ πρόσ ωπον ἐπὶ τὴν γῆν· ὀλιγοψυχήσασα δὲ καὶ τὸν χιτῶνα διαρρή ξασα, ἔκειτο ὡσεὶ νεκρά. Καὶ ἐλθὼν ὁ ἄγγελος ἐνίσχυσεν αὐ τήν· εἶπεν δὲ αὐτῇ· «Τί κλαίεις;» Ἡ δὲ εἶπεν· «Ἀπώλετο ὁ υἱός μου, ὁ μονογενὴς ὑπάρχων μοι, ἐτρυγήθη ὁ καρπὸς τῆς κοιλίας μου ἄωρος.» Εἶπεν δὲ αὐτῇ ὁ ἄγγελος· «Μὴ πλα νῶ, γυνή, μηδὲ κλαῖε ἐπὶ τούτῳ· αὐτὸς γὰρ οὐκ ἐτρυγήθη, οὐ δὲ ἀπώλετο, ἀλλ' ἔστιν ἐν τοῖς κόλποις Ἰησοῦ Χριστοῦ. Πορεύθητι οὖν ἐν τῇ κώμῃ, καὶ κάλεσον ἄνδρας εὐλαβεῖς, καὶ ἐλθόντες βαστάσουσιν τὸ σῶμα τοῦ υἱοῦ σου· καὶ θάψωσιν αὐτὸν ἐν τῷ μνήματι ἐν ᾧ κατάκειται ὁ πιστότατος Λογγῖνος, καὶ μετὰ τρεῖς ἡμέρας τὸν υἱόν σου ἐν τῇ στρατιᾷ τῇ ἐπουρανίᾳ βλέπεις.»