Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii in sanctum Longinum centurionem
HesychiusCent 28 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
28.1
Ταῦτα δὲ εἰπὼν ὁ ἄγγελος ἀφανὴς ἐγένετο· αὐτὴ δὲ ἀναστᾶσα ἀπήρχετο ἐν τῇ κώμῃ, εὐθέως δὲ ἦλθεν ὁ ἄγγελος παραμυθούμενος αὐτήν· καὶ ἐμάνθανον τί ἐστιν τὸ συμβάν. Ἡ δὲ ἀνήγγειλεν αὐτοῖς πάντα, οἱ δὲ ἀκούσαντες ἐπορεύθησαν πρὸς τὸν ἐπίσκοπον Τυάνων καὶ ἀνήγγειλαν αὐτῷ τὰ γεγονότα. Εὐθέως δὲ ὁ ἐπίσκοπος Παφνούτιος, παραλαβὼν εὐσεβεῖς ἄνδρας, ἦλθεν ἐν ᾧ ἦν τόπῳ ὁ νεανίσκος τετελευτηκώς, καὶ ἐπέτρεψεν κληθῆναι τὴν μητέρα αὐτοῦ. Ἐλθούσης δὲ αὐτῆς, εἶπεν πρὸς αὐτὴν ὁ ἐπίσκοπος· «Μὴ κλαῖε ἐπὶ τούτῳ· αὐτὸς γάρ, τὴν οὐράνιον βασιλείαν κεκτημένος, πολὺ πρεσβεύει ὑπὲρ ἡμῶν. Ἀγαλλιασώμεθα οὖν μᾶλλον καὶ μὴ ὦμεν σκυθρωποί.» Ταῦτα δὲ εἰπών, προσέταξεν ἀρθῆναι τὸ σῶμα τοῦ νεανίσκου καὶ ἀποτεθῆναι σὺν τῷ ἁγίῳ Λογγίνῳ, καὶ προσεκόμισαν τῷ ἐπουρανίῳ θεῷ θυσίαν δεκτήν. Ἡ δὲ εὐσεβὴς γυνὴ ἐγένετο διάκονος καὶ λειτουργὸς τῆς ἐνδόξου πίστεως· προσκομίσας δὲ καὶ πολλὰ παραινέσας, ἀπῄει ἐν τῇ πόλει ὁ ἐπίσκοπος.

Intertext edge

Open linked passage

Note