Homilia ii in sanctum Longinum centurionem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Τοῦ γὰρ δεσπότου ἡμῶν «Ἰησοῦ Χριστοῦ καὶ σωτῆρος γεν νηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας», ἀνηγγέλη τῷ βασιλεῖ Ἡρῴδῃ ὅτιπερ γεγέννηται βασιλεὺς τοῦ Ἰσραήλ. Ὁ δὲ Ἡρῴδης δεξάμενος τὴν εὐαγγελίαν, πρὸς ὀλίγον μὲν ταμιευσάμενος ἐπὶ τῇ ἐλ πίδι τῶν Μάγων, μετέπειτα δὲ θυμομαχήσας, ἀπέστειλεν Λογγῖνον τὸν ἑκατόνταρχον λέγων· «Ἄπελθε, μάθε ἀκριβῶς εἰ γεγέννηται βασιλεύς, ἵνα κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ, ὅτι ἐνεπαίχθην ὑπὸ τῶν Μάγων ἐκείνων.» Ὁ δὲ Λογγῖνος ἀπερχόμενος εἰς Βηθλεὲμ τῆς Ἰουδαίας εἶδεν ἐν τῇ ὁδῷ φῶς μέγα περιλάμψαν αὐτόν, ἤκου σεν δὲ φωνῆς λεγούσης πρὸς αὐτόν· «Δεῦρο, Λογγῖνε, ὁ ἀγαπητός μου, καὶ ποιήσω σε ἑκατόνταρχον ἁγίων μαρτύρων.» Ὁ δὲ πε σὼν ἐπὶ τὴν γῆν προσεκύνησεν τῷ δεδωκότι αὐτῷ τὴν φωνὴν καὶ εἶπεν· «Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου, κύριε, ὁ θεός», καὶ ἀπ ῆλθεν εἰς Βηθλεὲμ τῆς Ἰουδαίας προσκυνῆσαι τῷ παιδίῳ, τῷ κυ ρίῳ Ἰησοῦ Χριστῷ. Καὶ εἶπεν πρὸς αὐτόν· «Χαῖρε, βασιλεῦ τοῦ κόσμου».