Homilia ii in sanctum Longinum centurionem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
30.1
Αὐτὴ δὲ ἦν σχολάζουσα νυκτὸς καὶ ἡμέρας ἐν τῷ ἁγίῳ οἴκῳ, προσευχαῖς καὶ ὕμνοις καὶ ἐλεημοσύναις διατελοῦσα, ὁμοίως δὲ καὶ ἰάσεις ποιοῦσα ἐπικλήσεως τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου μάρτυρος, δοξάζουσα τὸν θεὸν ἐν ταῖς ἡμέραις αὐτῆς ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς τοῖς συμβεβηκόσιν αὐτῇ. Ἐτελεύτησεν δὲ ἐν ταῖς ἡμέραις Παφνουτίου ἐπισκόπου· καὶ κατέθεντο αὐτὴν πλησίον τοῦ ἁγίου Λογγίνου ἐν τῷ αὐτῷ οἴκῳ τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.