Homilia ii in sanctum Longinum centurionem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Καὶ ἀναλύσας πρὸς Ἡρῴδην εἶπεν πρὸς αὐτόν· «Ὄντως ὁ γεννηθεὶς θεοῦ υἱός ἐστιν, βασιλεὺς καὶ λυτρωτὴς παντὸς τοῦ κό σμου.» Θυμωθεὶς δὲ ὁ Ἡρῴδης εἶπεν πρὸς αὐτόν· «Σὺ μαρτυρεῖς περὶ αὐτοῦ ἐνόρκως;» Ὁ δὲ ἑκατόνταρχος Λογγῖνος λέγει δευ τερώσας· «Ἀληθῶς θεοῦ υἱός ἐστιν καὶ λυτρωτὴς τοῦ κόσμου.» Εἶ πεν δὲ ὁ Ἡρῴδης πρὸς Λογγῖνον· «Ποίαν δύναμιν ἑωρακὼς γι νομένην ὑπ' αὐτοῦ ταῦτα λέγεις καὶ αὐτὸν θεοῦ υἱὸν εἶναι νομίζεις;» Ὁ δὲ ἅγιος τοῦ θεοῦ Λογγῖνος εἶπεν πρὸς τὸν Ἡρῴδην· «Πορευόμενος ἐγὼ ἐν Βηθλεὲμ τῆς Ἰουδαίας καὶ διαλογιζόμενος ἐν ἑαυ τῷ τίς ἂν εἴη ἄρα ὁ γεννηθείς, καὶ ἰδοὺ ἐν τῇ ὁδῷ ἐξαίφνης περι ήστραψέν μοι φῶς μέγα καὶ γέγονα ὥσπερ ἐν ἐκστάσει, καὶ ηὑρέ θην ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, καὶ ἐθεώρουν «τοὺς οὐρανοὺς ἀνεῳγ μένους καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνον τας ἐπὶ τὸν» νήπιον καὶ σεβομένους αὐτόν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον καταβαῖνον ἐπ' αὐτῷ καὶ δύναμιν καὶ δόξαν ἐπισκιάζουσα ἐπ' αὐτῷ, καὶ ἐγὼ ἔγνων καὶ ἐπείσθην καὶ ἐπίστευσα ὅτι ὄντως θεοῦ υἱός ἐστιν καὶ λυτρωτὴς τοῦ κόσμου ὁ Χριστός.»